Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.23 Dem. 41.26 (English) >>Dem. 41.29

41.25τούτων τοίνυν οὕτως σαφῶς ἀποδεδειγμένων, ἡγοῦμαι μὲν οὐδὲν ἔτι δεῖν πλείω λέγειν· ὁπότε γὰρ καὶ νόμους ἔχω παρέχεσθαι καὶ μάρτυρας ἁπάντων τῶν εἰρημένων, καὶ τὸν ἀντίδικον αὐτὸν ὁμολογοῦντά μοι, τί δεῖ μακρῶν ἔτι λόγων; ὅμως δʼ ἂν ἄρα περὶ τῆς προικὸς ἀγανακτῇ καὶ φάσκῃ πλεονεκτεῖσθαι ταῖς χιλίαις δραχμαῖς, ψεύσεται· οὐδὲν γὰρ ἔχων ἔλαττον ἀμφισβητεῖ πρὸς αὐτάς, ἀλλὰ πλέον, ὡς αὐτίχʼ ὑμῖν ἔσται φανερόν. 41.26οὐ μὴν ἀλλʼ εἰ πάντα ταῦθʼ ὡς ἀληθῶς συνέβη, οὐ δήπου δίκαιον ἐμὲ τὴν ὁμολογηθεῖσαν προῖκα μὴ λαβεῖν, εἴπερ ὄφελός τι τῶν νόμων ἐστίν, οὐδέ γε τὸν Πολύευκτον, εἰ τῶν θυγατέρων ἐβούλετο τῇ μὲν ἐλάττω, τῇ δὲ πλείω προῖκʼ ἐπιδοῦναι, διακωλυθῆναι νῦν· σοὶ γὰρ αὐτῷ μὴ λαμβάνειν ἐξῆν, Σπουδία, μὴ προστιθεμένων ὥσπερ ἐμοὶ τῶν χιλιῶν. ἀλλʼ οὐδὲν ἔλαττον εἶχες, ὡς ἐγὼ διδάξω. πρῶτον δʼ ἐφʼ οἷς ἐξέδοτο τούτῳ, λαβέ μοι τὴν μαρτυρίαν.Μαρτυρία

41.27πῶς οὖν οὐδὲν ἔλαττον ἔχει, φήσει τις, εἰ τούτῳ μὲν ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο τὰ χρυσία καὶ τὰ ἱμάτια τῶν χιλιῶν, ἐμοὶ δʼ αἱ δέκα μναῖ χωρὶς προσαπεδίδοντο; τοῦτο δὴ καὶ μέλλω λέγειν. μὲν γὰρ Σπουδίας, ἄνδρες δικασταί, παρὰ τοῦ Λεωκράτους ἔχουσαν τὰ χρυσία καὶ τὰ ἱμάτια τὴν γυναῖκʼ ἔλαβεν, ὧν Πολύευκτος προσαπέτεισεν τῷ Λεωκράτει πλεῖν χιλίας· ἐγὼ δʼ, ἅπερ ἔπεμψέ μοι χωρὶς τῆς προικός, ὅσʼ ἔχω μόνον, πρὸς τὰ τούτῳ δοθέντʼ ἐὰν ἀντιθῇ τις, εὑρήσει παραπλήσια, χωρὶς τῶν εἰς τὰς χιλίας ἀποτιμηθέντων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.23 Dem. 41.26 (English) >>Dem. 41.29

Powered by PhiloLogic